6.33
γιγνομένων δʼ ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει, τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δʼ ἔτι τὰς σπονδὰς ἔσεσθαι, καὶ εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν, καὶ σῖτον συνέλεγεν, ἐπί τε ὠνὴν ἵππων περιέπεμπε, καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν ἐς φιλίαν ὑπήγετο. καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας· τοὺς δʼ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δε και Μεσοτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Οὐερμινᾶς Σύφακος υἱὸς ἕτερος, ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν. πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο, τὰς δʼ ἐβιάζετο. νάρκην δʼ ἐνήδρευσεν ὧδε. ἀγορᾷ χρώμενος ἐσέπεμπεν ὡς ἐς φίλους. ὅτε δʼ ἔδοξεν ἐπιθέσθαι, πλείους ἔπεμπε ξιφίδια ἐπικρύπτοντας, οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας μέχρι σαλπίγγων ἀκούσειαν, τότε δʼ ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν.