6.34
οὕτω μὲν ἑάλω Νάρκη, Καρχηδονίων δε ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι, καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπʼ ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν, καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης, καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας· οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλʼ ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννων τε ὁ μέγας καὶ Ἀσδρούβας ὁ ἔριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν· ἕτεροι δὲ Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν, ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅταν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῖς τοῦ Σκιπίωνος. καὶ ὁ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου, καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι.
6.35
ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον, καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο· Σκιπίων δὲ τῷ ναυάρχῳ, πυθομένῳ περὶ αὐτῶν ὅ τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλʼ ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δʼ ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει, καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπʼ ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι, τὸν Ἀννίβαν ἐκάλουν υεθʼ ἧς ἔχει στρατιᾶς.