7.38
Καρχηδονίων δʼ ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο, καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν διʼ ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα διʼ ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε, καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις, μετʼ ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι ἐπὶ τῷδε προσπελάσαντα, κρύπτεσθαί τε νῦν ἐν τῇ πόλει. βοῆς δʼ ἐπὶ τούτῳ καὶ θορύβου γενομένου. τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δʼ ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν· οἱ δὲ κἀκεῖθεν αὐτοῦ τὸν νέκυν ἐξελόντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες περιέφερον ἐπὶ δόρατος ἀνὰ τὴν πόλιν. Ἀσδρούβας μὲν δὴ καὶ τὸ πρῶτον ἀδίκως ἐξεπεπτώκει, καὶ τὸ δεύτερον ψευδῶς διεβέβλητο ὑπὸ Ἄννωνος, καὶ τότε πρὸς Καρχηδονίων οὕτως ἀνῄρητο καὶ οὕτως ἀποθανὼν ὑβρίζετο.