1.3
ἤρξαντο δʼ αὐτῶν ἀμφὶ τὸν Σικελικὸν πόλεμον οἱ Ῥωμαῖοι, ναυσὶ πεντήκοντα καὶ τριακοσίαις ἐπιπλεύσαντες ἐς Λιβύην, καὶ πόλεις τινὰς ἑλόντες, καὶ στρατηγὸν ἐπὶ τῇ δυνάμει καταλιπόντες Ἀτίλιον Ῥῆγλον, ὃς ἄλλας τε πόλεις διακοσίας προσέλαβεν, αἳ Καρχηδονίων ἔχθει πρὸς αὐτὸν μετετίθεντο, καὶ τὴν χώραν ἐπιὼν ἐπόρθει. Καρχηδόνιοι δὲ Λακεδαιμονίους στρατηγὸν ἤτουν, οἰόμενοι διʼ ἀναρχίαν κακοπραγεῖν. οἱ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος ἀμφὶ λίμνῃ στρατοπεδεύων ὥρᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψει καὶ ὁδοιπορίᾳ κακοπαθῶν, καὶ βαλλόμενος ἀπὸ κρημνῶν ἄνωθεν. ὡς δʼ ἐπλησίασε περὶ ἑσπέραν καὶ ποταμὸς αὐτοὺς διεῖργεν, ὁ μὲν εὐθὺς ἐπέρα τὸν ποταμὸν ὡς καὶ τῷδε τὸν Ξάνθιππον ἐκπλήξων, ὁ δὲ συντεταγμένην τὴν στρατιὰν ἐπαφίησι διὰ τῶν πυλῶν, ἐλπίσας κεκμηκότος καὶ κακοπαθοῦντος περιέσεσθαι, καὶ τὴν νύκτα πρὸς τῶν νικώντων ἔσεσθαι. τῆσδε μὲν οὖν τῆς ἐλπίδος ὁ Ξάνθιππος οὐκ ἀπέτυχεν· ἀπὸ γὰρ τρισμυρίων ἀνδρῶν οὓς ὁ Ἀτίλιος ἦγεν, ὀλίγοι μόλις αὐτῶν ἐς Ἀσπίδα πόλιν διέδρασαν, οἱ δὲ λοιποὶ πάντες οἱ μὲν ἀπώλοντο οἱ δʼ ἐζωγρήθησαν. καὶ μετʼ αὐτῶν ὁ στρατηγὸς Ἀτίλιος, ὕπατος γεγονώς, αἰχμάλωτος ἦν.
1.4
τόνδε μὲν δὴ μετʼ οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην, ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα· καὶ ὁ Ἀτίλιος Ῥῆγλος ἐν ἀπορρήτῳ τοῖς τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέμου, ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχηδόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν ἐχούσῃ διέφθειραν. Ξανθίππῳ δὲ τὸ εὐτύχημα συμφορῶν ἦρξε· Καρχηδόνιοι γὰρ αὐτόν, ἵνα μὴ δοκοίη Λακεδαιμονίων ἔργον εἶναι τοσοῦτον, ὑποκρινάμενοι τιμᾶν δωρεαῖς πολλαῖς καὶ προπέμπειν ἐπὶ τριήρων ἐς Λακεδαίμονα, τοῖς τριηράρχοις ἐνετείλαντο μετὰ τῶν συμπλεόντων Λακώνων καταποντίσαι. ὁ μὲν δὴ δίκην ἔδωκε τήνδε εὐπραξίας, καὶ τάδε ἦν τοῦ πρώτου πολέμου Ῥωμαίοις περὶ Λιβύην εὐπραγήματά τε καὶ ἀτυχήματα, μέχρι Καρχηδόνιοι Σικελίας Ῥωμαίοις ἀπέστησαν. ὅπως δὲ ἀπέστησαν, ἐν τῇ Σικελικῇ γραφῇ δεδήλωται.