7.46
καὶ ὁ Ἀννίβας ἐν τῇ φυγῇ θεασάμενος ἱππέων Νομάδων πλῆθος συνεστώς, προσδραμὼν ἠξίου μὴ προλιπεῖν αὐτόν, καὶ πείσας ἐπῆγε τοῖς διώκουσιν, ἐλπίσας ἐργάσεσθαί τινα παλινδίωξιν. πρώτοις δὲ Μασσυλίοις ἐντυχὼν ἐμάχετο, καὶ μόνος ἦν ἔτι οὗτος ὁ ἀγὼν Μασσανάσσου καὶ Ἀννίβου συνεστώτων. φερομένων δὲ καὶ τῶνδε ἐπʼ ἀλλήλους ὑπὸ προθυμίας, ἐς μὲν τὴν ἀσπίδα ὁ Μασσανάσσης ἠκόντισε βαλών, ὁ δὲ Ἀννίβας καὶ τότε ἔτυχε τοῦ ἵππου. καὶ ὁ Μασσανάσσης ἐκπεσὼν πεζὸς ἐπὶ τὸν Ἀννίβαν ὥρμα, τόν τε ἐπελαύνοντά οἱ πρὸ τῶν ἄλλων ἱππέα βαλὼν ἀπέκτεινεν. καὶ τῶν λοιπῶν τὰ ἀκόντια ἐς τὸν ἐλεφαντιστὴν ἐκδεχόμενος, ἓν τῶν ἐμπεπηγότων ἐξεῖλε, καὶ ἀκοντίσας ἐς τὸν Ἀννίβαν αὖθις οὐδʼ ὣς ἐπετύγχανεν, ἀλλὰ τὸν ἐγγὺς ἱππέα καὶ ὅδε ἀπέκτεινεν. ἕτερον δʼ ἐξέλκων ἐς τὸν βραχίονα ἐτρώθη, καὶ ὑπεχώρησεν ἐκ τῆς μάχης ἐπʼ ὀλίγον. Σκιπίων δὲ πυθόμενος ἔδεισε περὶ τῷ Μασσανάσσῃ, καὶ ἐς τὸ ἔργον ἠπείγετο· καὶ ηὗρε τὸν Μασσανάσσην ἐς τὴν μάχην αὖθις ἐπὶ ἵππου φερόμενον ἑτέρου, τὸ τραῦμα ἐπιδήσαντα. ὅ τε ἀγὼν ἦν ἴσος αὖθις αὐτοῖς καὶ πάνυ καρτερός, αἰδουμένων τοὺς στρατηγοὺς ἑκατέρων, ἕως ὁ Ἀννίβας ἐπί τινος λόφου θεασάμενος Ἴβηρας καὶ Κελτοὺς συνεστῶτας ἐξίππευσεν ὡς κἀκείνους ἐπάξων. τότε γὰρ οἱ μαχόμενοι, τῆς μὲν αἰτίας οὐ συνιέντες, τὴν δʼ ἀποχώρησιν αὐτοῦ φυγὴν ὑπολαβόντες εἶναι, τὸν ἀγῶνα μεθῆκαν ἑκόντες καὶ ἔφυγον ἀκόσμως, οὐχ ᾗπερ ἑώρων Ἀννίβαν, ἀλλʼ ὅπῃ τύχοιεν ἕκαστοι. καὶ οἱ μὲν οὕτω διελύθησαν, Ῥωμαῖοι δʼ αὐτούς, ὡς τετελεσμένης τῆς μάχης, ἐδίωκον ἀτάκτως, οὐδʼ αὐτοὶ τῆς Ἀννίβου προαιρέσεως συνιέντες.