7.47
ὁ δʼ ἐπανῄει πεφραγμένος Ἴβηρσι καὶ Κελτοῖς ἀπὸ του λόφου. καὶ ὁ Σκιπίων αὖθις ἐκ τῆς διώξεως τοὺς Ῥωμαίους ἀνεκάλει μετὰ σπουδῆς, καὶ παρέτασσε πολὺ πλείονας τῶν ἀπὸ τοῦ λόφου καταβεβηκότων· ὅθεν αὐτῶν οὐ δυσχερῶς περιεγίγνετο. Ἀννίβας δὲ καὶ τῆσδε τῆς πείρας τελευταίας γενομένης ἀποτυχών, ἔφευγεν ἤδη σαφῶς ἀπογνοὺς ἅπαντα. καὶ αὐτὸν ἐδίωκον ἱππεῖς ἄλλοι τε πολλοὶ καὶ Μασσανάσσης, περιώδυνος ὢν ἐκ τοῦ τραύματος, ἀεί τε πλησιάζων, καὶ μέγα ποιούμενος αἰχμάλωτον Ἀννίβαν ἀγαγεῖν Σκιπίωνι. τὸν δὲ νὺξ ἐρρύσατο, καὶ σκότιος μετʼ εἴκοσιν ἱππέων, τῶν δυνηθέντων σὺν αὐτῷ συνανύσαι τὸν δρόμον, ἐς πόλιν κατέφυγεν ᾗ ὄνομα Θῶν, ἔνθα Βρεττίων ἔγνω καὶ Ἰβήρων ἱππέας πολλοὺς ἀπὸ τῆς ἥττης συμπεφευγότας. δείσας οὖν περὶ μὲν τῶν Ἰβήρων ὡς βαρβάρων ταχυέργων, περὶ δὲ Βρεττίων ὡς Ἰταλῶν ὁμοεθνῶν Σκιπίωνι, μὴ ἐς συγγνώμην ὧν ἐξήμαρτον ἐς τὴν Ἰταλίαν, προσαγάγωσιν αὐτὸν τῷ Σκιπίωνι, λαθὼν ἐξέφυγε μεθʼ ἑνὸς ἱππέως, ᾧ μάλιστʼ ἐπίστευεν. σταδίους δʼ ἀνύσας ἐς τρισχιλίους δύο νυξί τε καὶ ἡμέραις, ἧκεν ἐς πόλιν ἐπὶ θαλάσσης Ἀδρυμητόν, ἔνθα τι μέρος ἦν αὐτῷ στρατιᾶς σιτοφυλακοῦν. περιπέμπων δʼ ἐς τὰ πλησίον, καὶ τοὺς ἐκ τῆς μάχης διαφυγόντας ἀναλαμβάνων, ὅπλα καὶ μηχανήματα εἰργάζετο.