8.50
ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων ἔμφρονες, καθαρεύειν ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δʼ ὑμᾶς μηδὲ Καρχηδονίων καταγιγνώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δʼ αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίστρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν, οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτʼ ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβάλλοντας ἡμᾶς, παρὰ δὲ ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρʼ ἡμῖν κρίνετε, ἀλλʼ εἴ τῳ καὶ τὸ πεισθῆναι τοι?͂ς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ἐπίδεσθε, καὶ τὴν ἀνάγκην ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν, καὶ χρήματα τοσαῦτα διδόναι, καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι, καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι, καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥωμην, ἔτι δʼ ὄντων τῶν ἡμετέρων πρέσβεων παρʼ ὑμῖν ἑκόντας ἁμαρτεῖν. ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαψε, καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών· ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι, πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος.