9.61
εἰ δʼ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δʼ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν, νέμεσίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δʼ ἔχειν δώσομεν; ἀλλʼ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδʼ ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἀλλʼ ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλʼ ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλʼ ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δʼ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.