9.63
οὗτοι Ζακανθαίους, πόλιν Ἰβηριας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπʼ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δʼ Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δʼ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δʼ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δʼ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν.