10.70
Καρχηδονιων δʼ οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσανάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς, καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν λεγόντων καταδέχεσθαι. οἱ δʼ ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον, καὶ ἐξώτρυνον ἐς πόλεμον. ὁ δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσην τε καὶ Μικίψαν, ἀξιῶν καταδέχεσθαι τοὺς διʼ αὑτὸν ἐξεληλαμένους. τούτοις προσιοῦσι τὰς πύλας ὁ βοήθαρχος ἀπέκλεισε, δείσας μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ ὁ Σαυνίτης ἐπέθετο, καὶ τινὰς μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν, ἐφʼ οἷς ὁ Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα. καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος. οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τετρακοσίοις, Ἀσδρούβα τοῦ τότε σφῶν βοηθάρχου στρατηγοῦντος, ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅσασίς τε καὶ Σούβας ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσανάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες ἑξακισχιλίους, οἷς ἐπαρθεὶς ὁ Ἀσδρούβας μετεστρατοπέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβολίαις ἐπὶ κρεισσόνων ἦν. ὁ δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατʼ ὀλίγον οἷα φεύγων, ἕως προσήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία. τότε δʼ ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς· ὁ δὲ Ἀσδρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδραμεν.