11.74
τοιόσδε μὲν ὁ Μασσανάσσου καὶ Καρχηδονίων πόλεμος ἦν, ἐκδέχεται δʼ αὐτὸν ὁ τρίτος ἐν Λιβύῃ καὶ τελευταῖος Ῥωμαίων. καὶ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπʼ αὐτοῦ τῆς πόλεως γενομένης, αὐτόν τε Μασσανάσσην ἐδεδοίκεσαν ἐγγὺς ἔτι ὄντα μετὰ πολλοῦ στρατοῦ, καὶ Ῥωμαίους δυσμεναίνοντας ἀεὶ σφίσι καὶ πρόφασιν θησομένους τὰ ἐς τὸν Μασσανάσσην γενόμενα. ὧν οὐδέτερον κακῶς ὑπενόουν· αὐτίκα γὰρ οἱ Ῥωμαῖοι πυθόμενοι στρατὸν ἐπήγγελλον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δʼ ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι. καὶ οἱ Καρχηδόνιοι νομίζοντες ἐκλύσειν τὴν πρόφασιν, ἐπεκήρυσσον Ἀσδρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πρὸς Μασσανάσσην πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ, καὶ εἴ τις ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιφέροντες. ἔς τε Ῥώμην πρέσβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυναμένων αὐτὸν ὀξέως τε καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρόφασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν, καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε, οἱ μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνωκυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπεκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολογήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦσιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἱ δὲ οὕτως ἔφασαν τῷ ῥήματι, εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις. ζητούντων δʼ ἐκείνων ὅ τι εἴη τὸ ἱκανόν, οἱ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασι προσεπιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἱ δὲ Μασσανάσσῃ τῆς ἀμφιλόγου γ ῆς μεταστῆναι. ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον, καὶ παρεκάλουν γνῶναι σαφῶς ὅ τι ἐστὶν αὐτοῖς τὸ ἱκανόν. οἱ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς, καὶ εἰπόντες ἀπέπεμψαν.