12.84
τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καὶ ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δʼ ἡ ἱκεσία διʼ ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἔστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ, πάντων τε τῶν ἄλλων ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἔστιν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον, ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δʼ ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν. τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ.