12.87
ὃ καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι, καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις, καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει, καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν, καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι. ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν· καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθάπαξ τὰ τῆς γεωργίας τῶν ἐμπόρων. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἣ γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτʼ ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων.