12.88
ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστίν; ἢ τί ἄλλο πλὴν ὀδύνη, καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστίν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δʼ ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτα ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε.