12.89
μηδʼ ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλʼ ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλʼ ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλʼ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ, καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλʼ ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δʼ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δʼ ἐστὶν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.