13.94
καὶ οἱ μὲν ἐν τούτῳ σπουδῆς καὶ παρασκευῆς ἦσαν, οἱ δʼ ὕπατοι τάχα μέν τι καὶ ὄκνῳ, μὴ εὐθὺς ἐπιχειρεῖν ἐς ἔργον ἀλλόκοτον, ἅμα δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖσαν λήψεσθαι κατὰ κράτος, ὅτε θέλοιεν, ἡγούμενοι, διέμελλον ἔτι καὶ ἐνδώσειν αὐτοὺς ἐνόμιζον ἐκ τῆς ἀπορίας, οἷον ἐν τοῖς δυσχερέσι γίγνεσθαι φιλεῖ, εὐθὺς μὲν ἀντιλέγειν, προϊόντος δὲ χρόνου καὶ λογισμοῦ φόβον ἅπτεσθαι τῶν ἀπειθούντων. ἃ καὶ τῶν Καρχηδονίων τις αὐτῶν, εἰκάσας σφῶν ἤδη τὸ δέος ἅπτεσθαι, ἐτόλμησεν ὡς ἐπὶ δή τι ἄλλο παρελθὼν ἐς τὸ μέσον εἰπεῖν, ὅτι χρὴ τῶν κακῶν ἐπιλέγεσθαι τὰ μετριώτερα, ὄντας ἀνόπλους, οὕτω σαφῶς εἰπὼν τὰ τῆς γνώμης. Μασσανάσσης δὲ ἤχθετο Ῥωμαίοις, καὶ ἔφερε βαρέως ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ἑώρα τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς τε καὶ οὐ κοινώσαντας αὐτῷ πρὶν ἐπελθεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δʼ αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν, ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴσθηται δεομένων. καὶ μετʼ οὐ πολὺ πέμψας ἤρετο εἴ τινος ἤδη δέονται. οἱ δὲ οὐ φέροντες αὐτοῦ τὸ σοβαρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι, ἀπεκριναντο προσπέμψειν ὅτε δεηθεῖεν. περὶ δὲ ἀγορᾶς τῷ στρατῷ καὶ πάνυ ἐφρόντιζον, ἐκ μόνης ἔχοντες Ἀδρυμητοῦ καὶ Λέπτεως καὶ Θάψου καὶ Ἰτύκης καὶ Ἀχόλλης· τὰ γὰρ δὴ λοιπὰ Λιβύης ἦν ἔτι πάντα ὑπὸ Ἀσδρούβᾳ, ὅθεν ἐκεῖνος ἀγορὰν ἐς Καρχηδόνα ἔπεμπεν. ὀλίγων δʼ ἐς ταῦτα διατριφθεισῶν ἡμερῶν, οἱ μὲν ὕπατοι προσῄεσαν ἄμφω τῇ πόλει τῶν Καρχηδονίων ἐς μάχην ἐσκευασμένοι, καὶ ἐπεχείρουν.