2.12
Σύφαξ μὲν οὖν καὶ Καρχηδόνιοι πλείους ἦσαν παρὰ πολύ, μετὰ δὲ ἁμαξῶν καὶ παρασκευῆς βαρείας καὶ τρυφῆς ἐστρατεύοντο· Μασσανάσσης δὲ πόνων τε πᾶσιν ἐξῆρχε, καὶ ἱππικὸν μόνον εἶχε καὶ ὑποζύγιον οὐδέν, οὐδὲ ἀγοράν. ὅθεν ῥᾳδίως ὑπέφευγέ τε καὶ ἐπεχείρει καὶ ἐς τὰ ὀχυρὰ ἀνεπήδα. πολλάκις τε καὶ καταλαμβανόμενος διεσκίδνη τὸ στράτευμα, ὅπῃ δυνηθεῖεν ἀποφεύγειν κατὰ μέρη. καὶ σὺν ὀλίγοις αὐτὸς ὑπεκρύπτετό ποι, μέχρι συνέλθοιεν αὐτῷ νυκτὸς ἢ μεθʼ ἡμέραν ἐς τὸ συγκείμενον. τρίτος δέ ποτε ἐν σπηλαίῳ κρυπτόμενος ἔλαθε, τῶν πολεμίων περὶ τὸ σπήλαιον στρατοπεδευόντων. οὐδʼ ἔστιν ὅτε ἐστάθμευεν ἐν στρατοπέδῳ, ἀλλὰ καὶ μάλιστʼ ἐστρατήγει λανθάνειν ὅποι ποτε εἴη. ὅθεν οὐκ εἶχον αὐτῷ συνεχῶς προεπιχειρεῖν οἱ πολέμιοι, ἀλλʼ ἠμύνοντο ἐπιόντα. ἀγορὰ δʼ ἦν αὐτῷ καθʼ ἑκάστην ἡμέραν, ὅ τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳ τε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν. ὅθεν αὐτῷ πολλοὶ τῶν Νομάδων ἐπεφοίτων, μισθοὺς μὲν οὐ διδόντι τεταγμένους, τὰς δʼ ὠφελείας πολὺ πλείονας ἔχοντες.