14.97
οὕτω μὲν εἶχεν ἡ πόλις ἡ Καρχηδονίων ἡ τότε, οἱ δʼ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολεμίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπʼ αὐτῇ βιασόμενος, καὶ ἐπʼ ἐκείνῳ τὰ ὑψηλὰ τείχη· Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δʼ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε καινοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντεκεκρούκει, ἐλπίσασιν ἀμαχὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῇρτο, οἱ δʼ ὕπατοι δεδιότες Ἀσδρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λίμνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον, ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανίλιος δʼ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, ὁ Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσε διὰ τῆς λίμνης· καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά, Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, ᾧ Φαμέας ἐπώνυμον ἦν. κομίσας δʼ ὅμως τινὰ ὕλην, μηχανὰς ἐποίησε καὶ κλίμακας. καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει, καὶ ἀπετύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλών, ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ·