14.98
Κηνσωρῖνος δὲ χώσας τι τῆς λίμνης παρὰ τὴν ταινίαν, ἵνα εὐρύτερον εἴη, δύο μηχανὰς κριοφόρους ἐπῆγε μεγάλας, τὴν μὲν ὠθουμένην ἑξακισχιλίοις πεζοῖς, ἡγουμένων τῶν χιλιάρχων, τὴν δὲ ὑπὸ τῶν ἐρετῶν, ἡγουμένων καὶ τοῖσδε ναυάρχων. φιλονεικίας δʼ, ὡς ἐν ἴσῳ καὶ ὁμοιῳ ἔργῳ, τοῖς τε ὑπηρέταις καὶ τοῖς ἄρχουσιν αὐτῶν γενομένης, συνέπεσέ τι τοῦ τείχους, καὶ τὰ ἐντὸς ἤδη κατεφαίνετο. Καρχηδόνιοι δὲ καὶ ὣς αὐτοὺς ἀπωσάμενοι, τὰ πεσόντα νυκτὸς ᾠκοδόμουν. οὐκ ἀρκούσης δʼ ἐς τὸ ἔργον αὐτοῖς τῆς νυκτός, δεδιότες περὶ τῷ ἤδη γεγονότι, μὴ καὶ τοῦτο μεθʼ ἡμέραν αἱ Ῥωμαίων μηχαναὶ νεότευκτον καὶ ὑγρὸν ἔτι καταβάλοιεν, ἐξέδραμον ἐπὶ τὰ μηχανήματα τῶν πολεμίων, οἱ μὲν σὺν ὅπλοις, οἱ δὲ γυμνοὶ λαμπάδας ἡμμένας ἔχοντες, καὶ ἐνέπρησαν μὲν οὐχ ὅλα (οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων), ἀχρεῖα δʼ ὅλα ποιήσαντες ἀνεχώρουν. ἅμα δʼ ἡμέρᾳ Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ διὰ τοῦ πεσόντος οὔπω τελέως ἐγηγερμένου βιάσασθαι καὶ ἐσδραμεῖν· καὶ γάρ τι πεδίον ἐντὸς ἐφαίνετο εὐφυὲς ἐς μάχην, ἐν ᾧ τοὺς ἐνόπλους ἔστησαν οἱ Καρχηδόνιοι κατὰ μετώπου, τοὺς δʼ ἀνόπλους αὐτοῖς ἐπέταξαν σὺν λίθοις ὀπίσω καὶ ξύλοις, ἑτέρους τε πολλοὺς διαθέντες ἐπὶ τῶν περικειμένων οἰκιῶν ἀνέμενον τοὺς ἐπερχομένους ἐσδραμεῖν. οἱ δʼ ἔτι μᾶλλον ἠρεθίζοντο ὡς ὑπὸ γυμνῶν ἀνδρῶν καταφρονούμενοι, καὶ θρασέως ἐπεπήδων. Σκιπίων δέ, ὃς μετʼ ὀλίγον εἷλε Καρχηδόνα καὶ παρὰ τοῦτο Ἀφρικανὸς ἐπεκλήθη, χιλιαρχῶν τότε ὤκνει, καὶ τοὺς ἑαυτοῦ λόχους ἐς πολλὰ διελών, καὶ στήσας ἐκ διαστήματος ἐπὶ τοῦ τειχίου, κατιέναι μὲν ἐς τὴν πόλιν οὐκ εἴα, τοὺς δὲ ἐσελθόντας ἐξωθουμένους ὑπὸ τῶν Καρχηδονίων πάντοθεν αὐτοῖς ἐπιπεσόντων ὑπεδέχετο καὶ περιέσωζεν. καὶ τοῦτο πρῶτον αὐτὸν ἐπὶ δόξης ἐποίησεν, εὐβουλότερον τοῦ στρατηγοῦ φανέντα.