14.100
ὁ δὲ Μανίλιος τὸ μὲν στρατόπεδον ἔτι μᾶλλον ὠχύρου, τεῖχός τε ἀντὶ χάρακος αὐτῷ περιτιθεὶς καὶ ἐπίνειον φρούριον ἐγείρων ἐπὶ τῆς θαλάσσης διὰ τὴν καταπλέουσαν ἀγοράν· τραπεὶς δʼ ἐς τὰ μεσόγεια μυρίοις πεζοῖς καὶ ἱππεῦσι δισχιλίοις τὴν χώραν ἐπόρθει, ξυλευόμενός τε καὶ χορτολογῶν καὶ ἀγορὰν συλλέγων. ἡγεῖτο δʼ ἀεὶ τῶν προνομευόντων χιλίαρχος ἕτερος παρʼ ἕτερον. καὶ Φαμέας ὁ ἵππαρχος ὁ τῶν Λιβύων, νέος τε ὢν ἔτι καὶ θρασύτερος ἐς μάχας, καὶ ἵπποις χρώμενος μικροῖς καὶ ταχέσι, καὶ ποηφαγοῦσιν ὅτε μηδὲν εἴη, καὶ φέρουσι δίψος, εἰ δεήσειε, καὶ λιμόν, ὑποκρυπτόμενος ἐν λόχμαις ἢ φάραγξιν, ὅπῃ τι ἀμελούμενον ἴδοι, ἐφίπτατο ἐξ ἀφανοῦς ὥς τις ἀετός, καὶ λυμηνάμενος ἀπεπήδα· ὅτε δὲ Σκιπίων ἄρχοι, οὐδαμοῦ οὐδʼ ἐπεφαίνετο. ὁ γάρ τοι Σκιπίων ἀεὶ συντεταγμένους ἦγε τοὺς πεζούς, καὶ τοὺς ἱππέας τῶν ἵππων ἐπιβεβηκότας· ἔν τε ταῖς προνομαῖς οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον, ὃ ἔμελλε θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι· καὶ τότε κύκλῳ αὐτὸς ἑτέραις ἴλαις ἱππέων ἀεὶ περιῄει, καὶ τῶν θεριζόντων τὸν ἀποσκιδνάμενον ἢ ἐξιόντα τοῦ κύκλου πικρῶς ἐκόλαζεν.