16.106
καὶ ὁ μὲν τοῦτʼ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρʼ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δʼ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δʼ αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδʼ ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. ὁ μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δʼ ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ὃ ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι καὶ δευτέρῳ καθʼ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.