16.108
καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν, ὁ δὲ Μανίλιος αἰδούμενος τὴν δυσπραξίαν τὴν ἐς Ἀσδρούβαν αὐτῷ γενομένην, αὖθις ἐς Νέφεριν ἐστράτευε, πεντακαίδεκα ἡμερῶν τροφὰς ἐπαγόμενος. πλησιάσας δʼ ἔθετο χάρακα καὶ ὠχύρου καὶ ἐτάφρευε, καθὰ Σκιπίων ἐν τῇ προτέρᾳ στρατείᾳ παρήγγειλεν. οὐδὲν δὲ ἀνύων ἐν αἰδοῖ μείζονι ἐγίγνετο καὶ φόβῳ τοῦ πάλιν αὐτοῖς ἀπιοῦσι τὸν Ἀσδρούβαν ἐπιθέσθαι. καὶ ὁ μὲν ἐν τῷδε ἦν ἀπορίας, ἐπιστολὴν δέ τις ἐκ τοῦ Γολόσσου στρατοῦ ἔφερε τῷ Σκιπίωνι. ὁ δʼ, ὡς εἶχε, σεσημασμένην ἐπέδειξε τῷ στρατηγῷ. καὶ λύσαντες ηὗρον· ἐς τήνδε τὴν ἡμέραν ἐγὼ μὲν τόδε τὸ χωρίον καταλήψομαι· σὺ δʼ ἐλθὲ μεθʼ ὅσων βούλει, καὶ τοῖς προφύλαξιν εἰπὲ δέχεσθαι τὸν νυκτὸς ἀφικνούμενον. ἡ μὲν ἐπιστολὴ χωρὶς ὀνομάτων τοιάδʼ ἐδήλου, συνῆκε δʼ ὁ Σκιπίων εἶναι παρὰ Φαμέου. καὶ ὁ Μανίλιος ἐδεδοίκει μὲν περὶ τῷ Σκιπίωνι, μή τις ἀπάτη παρʼ ἀνδρὸς γένοιτο πιθανωτάτου πάντων ἐς ἐνέδρας· εὔελπιν δʼ αὐτὸν ὁρῶν ἔπεμπεν, ἐπιτρέψας περὶ μὲν τῆς σωτηρίας δοῦναι πίστιν ἀσφαλῆ τῷ Φαμέᾳ, χάριν δὲ μὴ ὁρίζειν, ἀλλʼ ἐπαγγέλλεσθαι Ῥωμαίους τὰ πρέποντα ποιήσειν. οὐ μὴν ἐδέησεν οὐδʼ ἐπαγγελίας· ὁ γάρ τοι Φαμέας ὡς ἧκεν ἐς τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δʼ εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας μὲτὰ τῶν ἰλαρχῶν ἐς τὸ μεταίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν· εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθʼ ὑμῶν· εἰ δʼ ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν, καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα. ὁ μὲν οὕτως εἶπε, τῶν δʼ ἰλαρχῶν οἱ μὲν σὺν τοῖς αὑτῶν ηὐτομόλησαν, καὶ ἐγένοντο πάντες ἐς διακοσίους καὶ δισχιλίους ἱππέας· τοὺς δʼ Ἄννων κατεκώλυσεν, ᾧ Λεῦκος ἦν ἐπίκλησις.