16.109
ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου ὁ στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δʼ ὑπερηδόμενός τε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐδʼ Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα διʼ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δʼ ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. ὁ οὖν Σκιπίων τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφʼ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου· καὶ ὁ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε ἡ δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα· καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δʼ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. ὁ δʼ ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαιων στρατόπεδον.