17.114
Σκιπίων δ?̓ἑσπέρας ἐς Ἰτύκην κατήγετο, καὶ περὶ μέσας νύκτας ἐντυχὼν οἷς ὁ Μαγκῖνος ἔγραφε, τόν τε σαλπικτὴν ἐκέλευεν εὐθὺς ἐπὶ πόλεμον ἠχεῖν, καὶ τοὺς κήρυκας συγκαλεῖν ἐπὶ θάλασσαν ὅσοι συνεληλύθεσαν ἐξ Ἰταλίας αὐτῷ, καὶ τοὺς ἡβῶντας Ἰτυκαίων· ὅσοι δʼ ὑπερήλικες, ἀγορὰν ἐς τὰς τριήρεις καταφέρειν. αἰχμάλωτά τε Καρχηδονίων τινὰ λύσας, ἀφῆκεν ἐξαγγέλλειν αὐτοῖς ἐπιπλεῖν Σκιπίωνα. ἔς τε τὸν Πίσωνα ἱππέας ἄλλους ἐπʼ ἄλλοις ἔπεμπε, καλῶν αὐτὸν κατὰ τάχος. καὶ αὐτὸς ἐσχάτης φυλακῆς ἀνήγετο, κελεύσας, ὅταν πλησιάζωσιν, ὀρθοὺς ἐπὶ τῶν καταστρωμάτων ἑστάναι τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις. ὁ μὲν δὴ τάδʼ ἔπρασσεν, ὁ δὲ Μαγκῖνος, ἅμʼ ἕῳ τῶν Καρχηδονίων αὐτῷ πανταχόθεν ἐπιπιπτόντων, πεντακοσίους μέν, οὓς μόνους εἶχεν ἐνόπλους, περιέστησε τοῖς γυμνοῖς τρισχιλίοις οὖσι, τιτρωσκόμενος δὲ διʼ ἐκείνων καὶ συνωθούμενος ἐπὶ τὸ τεῖχος ἤδη κατεκρημνίζετο, καὶ αἱ νῆες ὤφθησαν αἱ τοῦ Σκιπίωνος, ῥοθίῳ τε φοβερῷ καταπλέουσαι καὶ μεσταὶ πανταχόθεν ὁπλιτῶν ἐφεστώτων, Καρχηδονίοις μὲν ᾐσθημένοις διὰ τῶν αἰχμαλώτων οὐκ ἀνέλπιστοι, Ῥωμαίοις δʼ ἀγνοοῦσιν ἀδόκητον σωτηρίαν φέρουσαι· μικρὸν γὰρ ὑποχωρησάντων τῶν Καρχηδονίων, ὁ Σκιπίων τοὺς κινδυνεύοντας ἐς αὐτὰς ἀνέλαβεν. καὶ Μαγκῖνον μὲν ἐς Ῥώμην αὐτίκα ἔπεμψε (καὶ γὰρ ἧκεν αὐτῷ Σερρανὸς ἐπὶ τὴν ναυαρχίαν διάδοχος), αὐτὸς δʼ οὐ μακρὰν τῆς Καρχηδόνος ἐστρατοπέδευεν. οἱ δὲ Καρχηδόνιοι τῶν τειχῶν ἐς πέντε σταδίους προελθόντες ἀντήγειραν αὐτῷ χάρακα, καὶ αὐτοῖς ἐς τόνδε τὸν χάρακα ἀφίκοντο Ἀσδρούβας τε ὁ τῆς χώρας στρατηγὸς καὶ Βιθύας ὁ ἵππαρχος ἑξακισχιλίους πεζοὺς ἄγοντες καὶ ἱππέας ἐς χιλίους, χρόνῳ καὶ μελέτῃ γεγυμνασμένους.