17.115
ὁ δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐδὲ τεταγμένον, ἀλλʼ ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους, ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον, οἳ τῆς λείας χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγὰς ἄνευ παραγγέλματος ἰοῦσι, τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς, ὅσα τε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα, καὶ ὅσα διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνόμενα ἀρχάς· πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη, καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν. ὧν αἰσθόμενος ὁ Σκιπίων, καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων εἰ μὴ τῶν ἰδίων κρατήσειε, συνήγαγεν ἐς ἐκκλησίαν αὐτούς, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε.