VIII
ὅτι Φλαμινῖνος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμᾶνος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ Φωκίδος, καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι. γενομένων δὲ τούτων, οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουρὰς ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι· Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν, καὶ τρίτην ἐν Δημητριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν· ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο τί φρονοίη περὶ τῶνδε τῶν φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμινῖνον ἔφη κρινεῖν, καὶ πράξειν ὅ τι ἂν δίκαιον ἡγῆται. οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, Φλαμινῖνος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο.
IX
ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμινῖνον, ὁ δʼ αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων, καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καὶ καταγιγνωσκόντων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δʼ οὔτε Ῥωμαίοις συμφέρειν οὔτε τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν. τάχα δʼ αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει. συνθέμενος δὲ χωρίον οἷ τὸν Φίλιππον ἐπελθεῖν ἔδει τοὺς συμμάχους ἐκέλευσε γνώμην προαποφήνασθαι κατὰ πόλεις. τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος ὑφορωμένων, καὶ τὸ πταῖσμα τοῦτο οὐ κατʼ ἀσθένειαν ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν παθεῖν ἡγουμένων· Ἀλέξανδρος δὲ ὁ τῶν Αἰτωλῶν πρόεδρος ἀγνοεῖν ἔφη τὸν Φλαμινῖνον ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθʼ Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι τὴν ἀρχὴν τὴν Φιλίππου.