IX
καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δʼ ἐς τὸν τῶν Ἰσθμίων ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλπιγγι, καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὁ δῆμος ὁ Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμινῖνος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι. πολλῆς δʼ ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθʼ ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούντων. στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ, καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις. πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν, καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνεγράφοντο. καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα.
IX
οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατʼ Ἀντιόχου βασιλέως, περῶντάς τε ἐπὶ Ἀντίοχον ἐς τὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι καὶ τροφαῖς, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν. ἐφʼ οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε, καὶ τῶν χρημάτων ἀφῆκεν ὧν ἔτι ὤφειλεν· οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπʼ Ἀντιόχῳ νίκης, ἐπανιόντας, οὐκέτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φίλιππος.