5.28
νουμηνίᾳ δʼ ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν· δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ ὁ δῆμος ἐπεκεκυρώκει. οἱ Δαλμάται δʼ ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ ὁ Καῖσαρ ᾔτει, καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τὰ Γαβινίου· τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο. τὰ σημεῖα δὲ ὁ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ Ὀκταουία λεγομένῃ. Δαλματῶν δʼ ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν. τῶν δὲ οἷς μὲν ὁ Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν· ὅσοις δʼ οὐκ ἐπλησίασε διὰ νόσον, οὔτʼ ἔδοσαν οὔτε συνέθεντο. φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.
5.28
οὕτω πᾶσαν ὁ Καῖσαρ τὴν Ἰλλυρίδα γῆν, ὅση τε ἀφειστήκει Ῥωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο. καὶ αὐτῷ ἡ βουλὴ θρίαμβον Ἰλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ Ἀντωνίου.
5.29
λοιποὶ δʼ εἰσὶ τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι πρὸ μὲν Παιόνων Ῥαιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον. Ῥαιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, ἢ τὸν Σεβαστὸν χειρούμενον Παίονας· ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς Ῥαιτοὺς ἢ Νωρικοὺς γενόμενον· ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι.