Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
4.19 γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, τὰ μὲν πρῶτα τὸν Μάνιον οἱ ψιλοὶ πανταχόθεν περιτρέχοντες ἐλύπουν· ἐπεὶ δὲ αὐτοὺς φιλοπόνως δεχόμενός τε καὶ ἀναχωρῶν καὶ αὖθις ἐπιὼν ἐτρέψατο, τοὺς μὲν ψιλοὺς ἡ φάλαγξ ἡ τῶν Μακεδόνων διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ συνελθοῦσα ἐκάλυψε, καὶ τὰς σαρίσσας ἐν τάξει πυκνὰς προὐβάλοντο, ᾧ δὴ μάλιστα οἱ Μακεδόνες ἐξ Ἀλεξάνδρου καὶ Φιλίππου κατεπλήσσοντο τοὺς πολεμίους, ἀντίοις δόρασι πολλοῖς καὶ μακροῖς οὐ τολμῶντας πελάζειν. αἰφνίδιον δʼ ὤφθη τῶν Αἰτωλῶν ἐκ τοῦ Καλλιδρόμου φυγὴ καὶ βοή, καθαλλομένων ἐς τὸ Ἀντιόχου στρατόπεδον. τὸ μὲν δὴ πρῶτον ἑκατέροις ἄγνοιά τε τοῦ γιγνομένου καὶ θόρυβος ἦν ὡς ἐν ἀγνοίᾳ· ὡς δὲ ὁ Κάτων ἐπεφαίνετο διώκων αὐτοὺς μετὰ πολλῆς βοῆς, καὶ ὑπὲρ τὸ στρατόπεδον ἐγίγνετο ἤδη τὸ Ἀντιόχου, ἔδεισαν οἱ τοῦ βασιλέως, περί τε τῆς Ῥωμαίων μάχης ἐπιφόβως ἐκ πολλοῦ πυνθανόμενοι, καὶ σφᾶς εἰδότες ὑπὸ ἀργίας καὶ τρυφῆς διʼ ὅλου τοῦ χειμῶνος ἐς δυσεργίαν διεφθαρμένους. τούς τε σὺν τῷ Κάτωνι σαφῶς μὲν οὐ καθορῶντες ὁπόσοι τινὲς εἶεν ὑπὸ δὲ τοῦ φόβου πλείους νομίζοντες εἶναι, καὶ περὶ τῷ στρατοπέδῳ δείσαντες, ἀκόσμως ἐς αὐτὸ κατέφυγον ὡς ἀπʼ αὐτοῦ τοὺς πολεμίους ἀμυνούμενοι. Ῥωμαῖοι δʼ αὐτοῖς παραθέοντες συνεσέπεσον ἐς τὸ στρατόπεδον, καὶ ἦν ἄλλη φυγὴ τῶν Ἀντιοχείων ἐκεῖθεν ἄκοσμος. ὁ δὲ Μάνιος μέχρι μὲν ἐπὶ Σκάρφειαν ἐδίωκαν αὐτοὺς κτείνων τε καὶ ζωγρῶν, ἀπὸ δὲ τῆς Σκαρφείας ἐπανιὼν διήρπαζε τὸ στρατόπεδον τοῦ βασιλέως καὶ τοὺς Αἰτωλοὺς ἐπιδραμόντας τῷ Ῥωμαίων χάρακι παρὰ τὴν ἀπουσίαν αὐτῶν ἐξήλασεν ἐπιφανείς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi