Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
5.23 Πόπλιος δὲ Σκιπίων ἀφικόμενος ἐς Αἰτωλίαν μετὰ τοῦ ὑπάτου, καὶ τὸν Μανίου στρατὸν παραλαβών, τὰς μὲν ἐν Αἰτωλίᾳ πολιορκίας ὑπερεῖδεν ὡς μικρὸν ἔργον, καὶ τοῖς Αἰτωλοῖς δεομένοις ἐπέτρεψεν αὖθις ἐς Ῥώμην πρεσβεῦσαι περὶ σφῶν, ἐπὶ δὲ τὸν Ἀντίοχον ἠπείγετο πρὶν ἐκβῆναι τῷ ἀδελφῷ τὴν στρατηγίαν. διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις· ἐφʼ οἷς αὐτὸν οἱ Σκιπίωνες αὐτίκα τῶν ὑπολοίπων χρημάτων ἀπέλυσαν, ἐπιτετραμμένοι τοῦθʼ ὑπὸ τῆς βουλῆς, εἰ πρόθυμον εὕροιεν. ἐπέστελλον δὲ καὶ ἐς Προυσίαν τὸν Βιθυνῶν βασιλέα, καταλέγοντες ὅσοις βασιλεῦσι Ῥωμαῖοι συμμαχήσασι τὰς ἀρχὰς ἐπηύξησαν· Φίλιππον δέ, φασί, τὸν Μακεδόνα καὶ πολέμῳ κρατήσαντες ἄρχειν ἐῶσι, καὶ τὸν παῖδα αὐτῷ τῆς ὁμηρείας ἀπελύσαμεν, καὶ τὸ ἔτι ὄφλημα τῶν χρημάτων. οἷς ὁ Προυσίας ἡσθεὶς συνέθετο συμμαχήσειν ἐπʼ Ἀντίοχον.
5.23 Λίουιος δʼ ὁ ναύαρχος ἐπεὶ τῆς ὁδοιπορίας τῶν Σκιπιώνων ἐπύθετο, Παυσίμαχον μὲν τὸν Ῥόδιον μετὰ τῶν Ῥοδίων νεῶν ἐν τῇ Αἰολίδι κατέλιπε, καὶ μέρος τι τοῦ ἰδίου στόλου, ταῖς δὲ πλείοσιν ἐς τὸν Ἑλλήσποντον ἔπλει τὸν στρατὸν ὑποδεξόμενος. καὶ Σηστὸς μὲν αὐτῷ καὶ Ῥοίτειον καὶ ὁ Ἀχαιῶν λιμὴν καί τινα ἄλλα προσέθετο, Ἀβυδον δὲ ἀπειθοῦσαν ἐπολιόρκει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi