6.32
ὧδε μὲν δὴ διετετάχατο Ῥωμαῖοι, Ἀντιόχῳ δʼ ἦν μὲν ὁ στρατὸς ἅπας ἑπτακισμύριοι, καὶ τούτων τὸ κράτιστον ἦν ἡ φάλαγξ ἡ Μακεδόνων, ἄνδρες ἑξακισχίλιοι καὶ μύριοι, ἐς τὸν Ἀλεξάνδρου καὶ Φιλίππου τρόπον ἔτι κοσμούμενοι· ἵστη δʼ αὐτοὺς ἐν μέσῳ, διελὼν ἀνὰ χιλίους καὶ ἑξακοσίους ἐς δέκα μέρη, καὶ τούτων ἑκάστου μέρους ἦσαν ἐπὶ μὲν τοῦ μετώπου πεντήκοντα ἄνδρες, ἐς δὲ τὸ βάθος δύο καὶ τριάκοντα, ἐς δὲ τὰ πλευρὰ ἑκάστου μέρους ἐλέφαντες δύο καὶ εἴκοσιν. ἡ δʼ ὄψις ἦν τῆς μὲν φάλαγγος οἷα τείχους, τῶν δʼ ἐλεφάντων οἷον πύργων. τοιοῦτον μὲν ἦν τὸ πεζὸν Ἀντιόχῳ, ἱππεῖς δʼ ἑκατέρωθεν αὐτοῦ παρετετάχατο Γαλάται τε κατάφρακτοι καὶ τὸ λεγόμενον ἄγημα τῶν Μακεδόνων. εἰσὶ δὲ καὶ οἵδε ἱππεῖς ἐπίλεκτοι, καὶ παρʼ αὐτὸ ἄγημα λέγεται. τάδε μὲν ἔξ ἴσου τῆς φάλαγγος ἦν ἑκατέρωθεν· ἐπὶ δʼ αὐτοῖς τὰ κέρατα κατεῖχον ἐν μὲν δεξιᾷ ψιλοί τέ τινες καὶ ἕτεροι ἱππεῖς ἀργυράσπιδες καὶ ἱπποτοξόται διακόσιοι, τὸ δὲ λαιὸν Γαλατῶν τʼ ἔθνη, Τεκτοσάγαι τε καὶ Τρόκμοι καὶ Τολιστόβοιοι, καὶ Καππαδόκαι τινὲς οὓς ἔπεμψεν Ἀριαράθης, καὶ μιγάδες ἄλλοι ξένοι, κατάφρακτός τε ἵππος ἐπὶ τοῖσδε ἑτέρα, καὶ ἣν ἐκάλουν ἵππον ἑταιρικήν, ὡπλισμένη κούφως. ὧδε μὲν καὶ ὁ Ἀντίοχος ἐξέτασσεν. καὶ δοκεῖ τὴν ἐλπίδα λαβεῖν ἐν τοῖς ἱππεῦσιν, οὓς πολλοὺς ἔστησεν ἐπὶ τοῦ μετώπου, τὴν δὲ φάλαγγα πυκνὴν ἐς ὀλίγον συναγαγεῖν ἀπειροπολέμως, ᾗ δὴ καὶ μάλιστα ἔδει θαρρεῖν πάνυ ἠσκημένῃ. πολὺ δὲ καὶ ἄλλο πλῆθος ἦν λιθοβόλων τε καὶ τοξοτῶν καὶ ἀκοντιστῶν καὶ πελταστῶν, Φρυγῶν τε καὶ Λυκίων καὶ Παμφύλων καὶ Πισιδῶν Κρητῶν τε καὶ Τραλλιανῶν καὶ Κιλίκων ἐς τὸν Κρητῶν τρόπον ἐσκευασμένων. ἱπποτοξόται τε ἐπὶ τοῖσδε ἕτεροι, Δᾶαι καὶ Μυσοὶ καὶ Ἐλυμαῖοι καὶ Ἄραβες, οἳ καμήλους ὀξυτάτας ἐπικαθήμενοι τοξεύουσί τε εὐμαρῶς ἀφʼ ὑψηλοῦ, καὶ μαχαίραις, ὅτε πλησιάζοιεν, ἐπιμήκεσι καὶ στεναῖς χρῶνται. δρεπανηφόρα τε ἅρματα ἐν τῷ μεταιχμίῳ, προπολεμεῖν τοῦ μετώπου, ἐτετάχατο· καὶ εἴρητο αὐτοῖς μετὰ τὴν πρώτην πεῖραν ὑποχωρεῖν.