Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
6.36 καὶ ταύτῃ μὲν ὁ Δομίτιος ἐκράτει, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Ἀντιόχου φθάσας ἐβιάζετο τοὺς ἐν αὐτῷ φυλάσσοντας· ὁ δὲ Ἀντίοχος ἐς πολὺ διώκων παρʼ οὓς ἐκ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐτέτακτο, οὐδενὸς οὐδʼ ἐκείνοις ἱππέων ἢ ψιλοῦ παρόντος ἐς ἐπικουρίαν (οὐ γὰρ παρετετάχει Δομίτιος, ἡγούμενος οὐ δεήσεσθαι διὰ τὸν ποταμόν), μέχρι τοῦ Ῥωμαίων χάρακος ἦλθεν. ἐπεὶ δὲ αὐτὸν ὅ τε χιλίαρχος ὁ τοῦ χάρακος φύλαξ, ἀκμῆσι τοῖς φύλαξιν ὑπαντιάσας, ἐπέσχε τῆς ὁρμῆς καὶ οἱ φεύγοντες τοῖς ἀναμιχθεῖσι θαρροῦντες ἐπεστρέφοντο, ἐπανῄει σοβαρὸς ὁ Ἀντίοχος ὡς ἐπὶ νίκῃ, οὐδενὸς τῶν ἐπὶ θάτερα πεπυσμένος. Ἄτταλος δʼ αὐτόν, ὁ Εὐμένους ἀδελφός, ἱππεῦσι πολλοῖς ὑπαντιάζει. καὶ τούσδε μὲν εὐμαρῶς ὁ Ἀντίοχος διακόψας διέδραμε, καὶ παρατρεχόντων ἔτι καὶ μικρὰ λυπούντων οὐκ ἐφρόντιζεν· ὡς δὲ κατεῖδε τὴν ἧτταν καὶ τὸ πεδίον ἅπαν νεκρῶν ἰδίων πλῆρες, ἀνδρῶν τε καὶ ἵππων καὶ ἐλεφάντων, τό τε στρατόπεδον εἰλημμένον ἤδη κατὰ κράτος, τότε δὴ καὶ ὁ Ἀντίοχος ἔφυγεν ἀμεταστρεπτί, καὶ μέχρι μέσων νυκτῶν ἐς Σάρδεις παρῆλθεν. παρῆλθε δὲ καὶ ἀπὸ Σάρδεων ἐς Κελαινάς, ἣν Ἀπάμειαν καλοῦσιν, οἷ τὸν υἱὸν ἐπυνθάνετο συμφυγεῖν. τῆς δʼ ἐπιούσης ἐς Συρίαν ἐκ Κελαινῶν ἀνεζεύγνυ, τοὺς στρατηγοὺς ἐν Κελαιναῖς καταλιπὼν ὑποδέχεσθαί τε καὶ ἀθροίζειν τοὺς διαφυγόντας. περι τε καταλύσεως τοῦ πολέμου πρέσβεις ἔπεμπε πρὸς τὸν ὕπατον. ὁ δὲ τὰ οἰκεῖα ἔθαπτε, καὶ ἐσκύλευε τοὺς πολεμίους, καὶ τὰ αἰχμάλωτα συνῆγεν. ἐφάνησαν δὲ νεκροὶ Ῥωμαίων μὲν τῶν ἐξ ἄστεος ἱππεῖς εἴκοσι καὶ τέσσαρες καὶ πεζοὶ τριακόσιοι μάλιστα, οὓς ὁ Ἀντίοχος ἔκτεινεν, Εὐμένους δὲ πεντεκαίδεκα ἱππεῖς μόνοι. Ἀντιόχου δέ, σὺν τοῖς αἰχμαλώτοις εἰκάζοντο ἀπολέσθαι περὶ πεντακισμυρίους· οὐ γὰρ εὐμαρὲς ἦν ἀριθμῆσαι διὰ τὸ πλῆθος. καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, πεντεκαίδεκα δʼ αἰχμάλωτοι ἐγεγένητο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi