Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
11.68 παρὰ δὲ τὴν ἀναρχίαν τήνδε δοῦλος τῶν βασιλέων Διόδοτος παιδίον Ἀλέξανδρον, ἐξ Ἀλεξάνδρου τοῦ νόθου καὶ τῆς Πτολεμαίου θυγατρός, ἐπὶ τὴν βασιλείαν ἤγαγεν. καὶ τὸ παιδίον κτείνας αὐτὸς ἐπετόλμησε τῇ ἀρχῇ, Τρύφων ἀφʼ ἑαυτοῦ μετονομασθείς. ἀλλʼ αὐτὸν Ἀντίοχος ὁ ἀδελφὸς Δημητρίου τοῦ αἰχμαλώτου, πυθόμενος ἐν Ῥόδῳ περὶ τῆς αἰχμαλωσίας, κτείνει κατιὼν ἐς τὰ πατρῷα σὺν πόνῳ πολλῷ. καὶ στρατεύει καὶ ὅδε ἐπὶ τὸν Φραάτην, τὸν ἀδελφὸν αἰτῶν. ὁ μὲν δὴ Φραάτης αὐτὸν ἔδεισε καὶ τὸν Δημήτριον ἐξέπεμψεν· ὁ δʼ Ἀντίοχος καὶ ὣς συνέβαλέ τε τοῖς Παρθυαίοις, καὶ ἡσσώμενος ἑαυτὸν ἔκτεινεν. ἔκτεινε δὲ καὶ Δημήτριον ἐς τὴν βασιλείαν ἐπανελθόντα ἡ γυνὴ Κλεοπάτρα, δολοφονήσασα διὰ ζῆλον τοῦ γάμου Ῥοδογούνης, διʼ ὃν δὴ καὶ Ἀντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο. καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ Ἀντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ Ἀντιόχου Ἀντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον. τούτων τὸν μὲν γρυπὸν ἐς Ἀθήνας, τὸν δὲ Κυζικηνὸν ἐς Κύζικον ἐπεπόμφει τρέφεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi