17.119
ᾧ νῆες μὲν ἦσαν οἰκεῖαι πολλάκις πλείους τετρακοσίων, ἱππεῖς δʼ ἔστιν ὅτε πεντακισμύριοι καὶ πεζῶν μυριάδες πέντε καὶ εἴκοσι καὶ μηχαναὶ καὶ βέλη κατὰ λόγον, συνεμάχουν δὲ βασιλεῖς καὶ δυνάσται ὅ τε Ἀρμένιος καὶ Σκυθῶν τῶν περὶ τὸν Πόντον, ἐπί τε Μαιώτιδα λίμνην καὶ ἀπʼ ἐκείνης ἐπὶ τὸν Θρᾴκιον Βόσπορον περιπλέοντι. ἔς τε τοὺς Ῥωμαίων δυνατούς, στασιάζοντας ἀλλήλοις τότε μάλιστα καὶ Ἰβηρίαν ἀνιστάντας ἐπὶ Ῥωμαίους, περιέπεμπε, καὶ Κελτοῖς φιλίαν ἐτίθετο ὡς καὶ τῇδε ἐσβαλῶν ἐς τὴν Ἰταλίαν, λῃστῶν τε ἐνεπίμπλη τὴν θάλασσαν ἀπὸ Κιλικίας ἐπὶ στήλας Ἡρακλείους, οἳ πάντα ἄμικτα καὶ ἄπλωτα ταῖς πόλεσιν ἐς ἀλλήλους ἐποίουν, καὶ λιμὸν ἐπίπονον ἐξειργάσαντο ἐπὶ πλεῖστον. ὅλως τε οὐδὲν ἀνδρὶ δυνατὸν ἐξέλιπεν ἢ πράττων ἢ διανοούμενος, ὡς μέγιστον δὴ τόδε τὸ κίνημα ἐξ ἀνατολῆς ἐπὶ δύσιν γενόμενον ἐνοχλῆσαι πᾶσιν ὡς ἔπος εἰπεῖν, ἢ πολεμουμένοις ἢ συμμαχοῦσιν ἢ λῃστευομένοις ἢ γειτονεύουσιν. τοσόσδε εἷς οὗτος πόλεμος καὶ ποικίλος ἐγένετο. καὶ ἐς τὰ μάλιστα λήγων συνήνεγκε Ῥωμαίοις· ὡρίσαντο γὰρ ἐπὶ τῷδε τὴν ἡγεμονίαν ἐκ δύσεως ἐπὶ ποταμὸν Εὐφράτην. διελεῖν δʼ αὐτὰ κατὰ ἔθνος οὐκ ἦν, ὁμοῦ τε πραχθέντα καὶ ἀλλήλοις ἀναπεπλεγμένα. ἃ δὲ καὶ ὣς ἐδύνατο αὐτῶν κεχωρίσθαι, κατὰ μέρη τέτακται.