2.14
ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν· ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν (ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένης) οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, ἀλλʼ αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλʼ ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ. τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο· τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου· οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη. ταῦτα δʼ εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.