4.27
ἡ σαμβύκη δʼ ἐπαχθεῖσα τοῦ τείχους ᾗ τὸ τῆς Ἴσιδος ἱερόν ἐστιν, ἐφόβει μάλιστα, βέλη τε πολλὰ ὁμοῦ καὶ κριοὺς καὶ ἀκόντια ἀφιεῖσα. στρατιῶταί τε σκάφεσι πολλοῖς αὐτῇ μετὰ κλιμάκων παρέθεον ὡς ἀναβησόμενοι διʼ αὐτῆς ἐπὶ τὰ τείχη. οἱ δὲ Ῥόδιοι καὶ τάδε εὐσταθῶς ὑπέμενον, ἕως τό τε μηχάνημα ὑπὸ βάρους ἐνεδίδου, καὶ φάσμα τῆς Ἴσιδος ἔδοξε πῦρ ἀφιέναι πολὺ κατʼ αὐτοῦ. καὶ ὁ Μιθριδάτης ἀπογνοὺς καὶ τῆσδε τῆς πείρας ἀνεζεύγνυεν ἐκ τῆς Ῥόδου, Πατάροις δὲ τὴν στρατιὰν περιστήσας ἔκοπτε Λητοῦς ἄλσος ἱερὸν ἐς μηχανάς, μέχρι φοβήσαντος αὐτὸν ἐνυπνίου τῆς τε ὕλης ἐφείσατο, καὶ Πελοπίδαν Λυκίοις πολεμεῖν ἐπιστήσας, Ἀρχέλαον ἐς τὴν Ἑλλάδα ἔπεμπε, προσεταιριούμενον ἢ βιασόμενον αὐτῆς ὅσα δύναιτο. αὐτὸς δʼ ἀπὸ τοῦδε τοῖς στρατηγοῖς τὰ πολλὰ μεθεὶς ἐστρατολόγει καὶ ὡπλοποίει, καὶ τῇ Στρατονικίδι γυναικὶ διετέρπετο, καὶ δίκας ἐδίκαζε τοῖς ἐπιβουλεύειν ἐς τὸ σῶμα αὐτοῦ λεγομένοις ἢ νεωτερίζουσιν ἢ ὅλως ῥωμαΐζουσιν.