6.41
ἐντεῦθεν ὁ μὲν Ἀρχέλαος ἐπὶ Θεσσαλίαν διὰ Βοιωτῶν ἀνεζεύγνυ, καὶ συνῆγεν ἐς Θερμοπύλας τὰ λοιπὰ τοῦ τε ἰδίου στρατοῦ παντός, ὃν ἔχων ἦλθε, καὶ τοῦ σὺν Δρομιχαίτῃ παραγεγονότος. συνῆγε δὲ καὶ τὸ σὺν Ἀρκαθίᾳ τῷ παιδὶ τοῦ βασιλέως ἐς Μακεδονίαν ἐμβαλόν, ἀκραιφνέστατον δὴ καὶ πλῆρες ὂν τόδε μάλιστα, καὶ οὓς αὐτίκα ἄλλους ὁ Μιθριδάτης ἀπέστειλεν· οὐ γὰρ διέλιπεν ἐπιπέμπων. ὁ μὲν δὴ ταῦτα σὺν ἐπείξει συνῆγεν, ὁ δὲ Σύλλας τὸν Πειραιᾶ τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ κατεπίμπρη, φειδόμενος οὔτε τῆς ὁπλοθήκης οὔτε τῶν νεωσοίκων οὔτε τινὸς ἄλλου τῶν ἀοιδίμων. καὶ μετὰ τοῦτʼ ἐπὶ τὸν Ἀρχέλαον ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε. ὡς δʼ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα, Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ Γαλάται καὶ Φρύγες, καὶ ὅσα ἄλλα τῷ Μιθριδάτῃ νεόκτητα γένοιτο, πάντες ἐς δώδεκα μυριάδας ἀνδρῶν· καὶ στρατηγοὶ αὐτῶν ἦσαν μὲν καὶ κατὰ μέρος ἑκάστῳ, αὐτοκράτωρ δʼ Ἀρχέλαος ἐπὶ πᾶσιν. Σύλλας δʼ ἦγεν Ἰταλιώτας, καὶ Ἑλλήνων ἢ Μακεδόνων ὅσοι ἄρτι πρὸς αὐτὸν ἀπὸ Ἀρχελάου μετετίθεντο, ἢ εἴ τι ἄλλο περίοικον, οὐδʼ ἐς τριτημόριον τὰ πάντα τῶν πολεμίων.