8.52
ὡς δʼ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης ὁ Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας ὁ Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς ἃ τότε διῴκει, φυλάξας αὐτὸν ὁ Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος, εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετʼ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως ὁ μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπʼ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, ὁ δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως ὁ μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην,