8.58
μάλιστα δʼ ὁ καιρὸς ἐλέγχει σε τῆς ἐπιβουλῆς. ὅτε γὰρ τὴν Ἰταλίαν ἀφισταμένην ἡμῶν ᾐσθάνου, τὴν ἀσχολίαν τήνδε ἡμῶν φυλάξας ἐπέθου μὲν Ἀριοβαρζάνῃ καὶ Νικομήδει καὶ Γαλάταις καὶ Παφλαγονίᾳ, ἐπέθου δὲ Ἀσίᾳ τῷ ἡμετέρῳ χωρίῳ. καὶ λαβὼν οἷα δέδρακας ἢ τὰς πόλεις, αἷς τοὺς θεράποντας καὶ χρήστας ἐπέστησας ἐλευθερίας καὶ χρεῶν ἀποκοπαῖς, ἢ τοὺς Ἕλληνας, ὧν μιᾷ προφάσει χιλίους καὶ ἑξακοσίους διέφθειρας, ἢ Γαλατῶν τοὺς τετράρχας, οὓς ὁμοδιαίτους ἔχων ἀπέκτεινας, ἢ τὸ τῶν Ἰταλιωτῶν γένος, οὓς μιᾶς ἡμέρας σὺν βρέφεσι καὶ μητράσιν ἔκτεινάς τε καὶ κατεπόντωσας, οὐκ ἀποσχόμενος οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων. ὃ πόσην μὲν ὠμότητά σου, πόσην δὲ ἀσέβειαν καὶ ὑπερβολὴν μίσους ἐς ἡμᾶς προενήνοχεν. σφετερισάμενος δʼ ἁπάντων τὰ χρήματα, ἐς τὴν Εὐρώπην ἐπέρας μεγάλοις στρατοῖς, ἡμῶν ἀπειπόντων ἅπασι τῆς Ἀσίας βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν. διαπλεύσας δὲ Μακεδονίαν τε ἡμετέραν οὖσαν ἐπέτρεχες καὶ τοὺς Ἕλληνας τὴν ἐλευθερίαν ἀφῃροῦ. οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδʼ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, ἢ Μακεδονίαν μέν με ἀνασώσασθαι, τὴν δὲ Ἑλλάδα τῆς σῆς ἐκλῦσαι βίας, ἑκκαίδεκα δὲ μυριάδας τοῦ σοῦ στρατοῦ κατακόψαι, καὶ τὰ στρατόπεδά σου λαβεῖν αὐταῖς παρασκευαῖς. ὃ καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφʼ οἷς διʼ Ἀρχελάου παρεκάλεις. ἢ πόρρω μὲν ὄντα με ἐδεδοίκεις, ἀγχοῦ δὲ γενόμενον ἐπὶ δίκην ἐληλυθέναι νομίζεις; ἧς ὁ καιρὸς ἀνάλωται, σοῦ τε πολεμήσαντος ἡμῖν, καὶ ἡμῶν ἀμυναμένων ἤδη καρτερῶς καὶ ἀμυνουμένων ἐς τέλος.
8.58
τοσαῦτα τοῦ Σύλλα μετ’ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν ὁ βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς διʼ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.
9.59
ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο·