9.60
οὕτω μὲν καὶ Φιμβρίας ἀπέθανε, πολλὰ τὴν Ἀσίαν ἐπὶ Μιθριδάτῃ λελυμασμένος. καὶ αὐτὸν ὁ Σύλλας ἐφῆκε τοῖς ἀπελευθέροις θάψαι, καὶ ἐπεῖπεν οὐ μιμεῖσθαι Κίνναν καὶ Μάριον ἐν Ῥώμῃ θάνατόν τε πολλῶν καὶ ἀταφίαν ἐπὶ τῷ θανάτῳ καταγνόντας. τὸν δὲ στρατὸν τοῦ Φιμβρίου προσιόντα οἱ δεξιωσάμενός τε καὶ τῷ σφετέρῳ συναγαγών, Κουρίωνι προσέταξε Νικομήδην ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν καταγαγεῖν, τῇ τε βουλῇ περὶ πάντων ἐπέστελλεν, οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος.
9.61
αὐτὴν δὲ τὴν Ἀσίαν καθιστάμενος, Ἰλιέας μὲν καὶ Χίους καὶ Λυκίους καὶ Ῥοδίους καὶ Μαγνησίαν καί τινας ἄλλους, ἢ συμμαχίας ἀμειβόμενος, ἢ ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα, ἐλευθέρους ἠφίει καὶ Ῥωμαίων ἀνέγραφε φίλους, ἐς δὲ τὰ λοιπὰ πάντα στρατιὰν περιέπεμπεν. καὶ τοὺς θεράποντας, οἷς ἐλευθερίαν ἐδεδώκει Μιθριδάτης, ἐκήρυττεν αὐτίκα ἐς τοὺς δεσπότας ἐπανιέναι. πολλῶν δὲ ἀπειθούντων, καὶ πόλεων τινῶν ἀφισταμένων, ἐγίγνοντο σφαγαὶ κατὰ πλῆθος ἐλευθέρων τε καὶ θεραπόντων ἐπὶ ποικίλαις προφάσεσι, τείχη τε πολλῶν καθῃρεῖτο, καὶ συχνὰ τῆς Ἀσίας ἠνδραποδίζετο καὶ διηρπάζετο. οἵ τε καππαδοκίσαντες ἄνδρες ἢ πόλεις ἐκολάζοντο πικρῶς, καὶ μάλιστα αὐτῶν Ἐφέσιοι, σὺν αἰσχρᾷ κολακείᾳ ἐς τὰ Ῥωμαίων ἀναθήματα ὑβρίσαντες. ἐπὶ δὲ τοῖσδε καὶ κήρυγμα περιῄει, τοὺς ἐν ἀξιώσει κατὰ πόλιν ἐς ἡμέραν ῥητὴν πρὸς τὸν Σύλλαν ἀπαντᾶν ἐς Ἔφεσον. καὶ συνελθοῦσιν αὐτοῖς ἐπὶ βήματος ἐδημηγόρησεν οὕτως.