10.69
Μιθριδάτης μὲν οὖν, οἷα Ῥωμαίων πολλάκις ἐς πεῖραν ἐλθών, καὶ τόνδε μάλιστα τὸν πόλεμον ἡγούμενος, ἀπροφασίστως δὴ καὶ ὀξέως γενόμενον, ἄσπειστον ἕξειν, πᾶσαν ἐπενόει παρασκευὴν ὡς ἄρτι δὴ κριθησόμενος περὶ ἁπάντων. καὶ τὸ λοιπὸν τοῦ θέρους καὶ τὸν χειμῶνα ὅλον ὑλοτομῶν ἐπήγνυτο ναῦς καὶ ὅπλα, καὶ σίτου διακοσίας μεδίμνων μυριάδας ἐπὶ θαλάσσῃ διετίθει. σύμμαχοί τε αὐτῷ προσεγίγνοντο, χωρὶς τῆς προτέρας δυνάμεως, Χάλυβες Ἀρμένιοι Σκύθαι Ταῦροι Ἀχαιοὶ Ἡνίοχοι Λευκόσυροι, καὶ ὅσοι περὶ Θερμώδοντα ποταμὸν γῆν ἔχουσι τὴν Ἀμαζόνων λεγομένην. τοσαῦτα μὲν ἐπὶ τοῖς προτέροις αὐτῷ περὶ τὴν Ἀσίαν προσεγίγνετο, περάσαντι δʼ ἐς τὴν Εὐρώπην Σαυροματῶν οἵ τε βασίλειοι καὶ Ἰάζυγες καὶ Κόραλλοι, καὶ Θρᾳκῶν ὅσα γένη παρὰ τὸν Ἴστρον ἢ Ῥοδόπην ἢ τὸν Αἷμον οἰκοῦσι, καὶ ἐπὶ τοῖσδε Βαστέρναι, τὸ ἀλκιμώτατον αὐτῶν γένος. τοσάδε μὲν δὴ καὶ τῆς Εὐρώπης τότε προσελάμβανεν ὁ Μιθριδάτης. καὶ μυριάδες ἐκ πάντων ἐς τὸ μάχιμον αὐτῷ συνελέγοντο τεσσαρεσκαίδεκα μάλιστα πεζῶν, καὶ ἱππεῖς ἐπὶ μυρίοις ἑξακισχίλιοι. πολὺς δὲ καὶ ἄλλος ὅμιλος ὁδοποιῶν καὶ σκευοφόρων εἵπετο καὶ ἐμπόρων.