Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 1

5.41 Οὐέττιος μὲν Σκάτων Σέξστον Ἰούλιον τρεψάμενός τε καὶ δισχιλίους κτείνας ἐπὶ Αἰσερνίαν ἤλασε ῥωμαΐζουσαν· καὶ αὐτὴν οἱ μὲν συντάττοντες, Λεύκιός τε Σκιπίων καὶ Λεύκιος Ἀκίλιος θεραπόντων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, χρόνῳ δὲ καὶ λιμῷ παρεστήσαντο οἱ πολέμιοι. Μάριος δὲ Ἐγνάτιος Οὐέναφρον ἑλὼν ἐκ προδοσίας ἔκτεινε δύο Ῥωμαίων σπείρας ἐν αὐτῇ. Πρησενταῖος δὲ Πόπλιος Περπένναν μυρίων ἀνδρῶν ἡγούμενον ἐτρέψατο καὶ ἔκτεινεν ἐς τετρακισχιλίους καὶ τῶν λοιπῶν τοῦ πλέονος μέρους τὰ ὅπλα ἔλαβε· ἐφʼ ὅτῳ Περπένναν Ῥουτίλιος ὕπατος παρέλυσε τῆς στρατηγίας καὶ τὸ μέρος τοῦ στρατοῦ Γαΐῳ Μαρίῳ προσέθηκεν. Μᾶρκος δὲ Λαμπώνιος τῶν ἀμφὶ Λικίνιον Κράσσον ἀνεῖλεν ἐς ὀκτακοσίους καὶ τοὺς λοιποὺς ἐς Γρούμεντον πόλιν συνεδίωξε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi