Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 1

6.48 πατρὶς δʼ ἦν Οὐιδακιλίου τὸ Ἄσκλον, καὶ δεδιὼς ὑπὲρ αὐτῆς ἠπείγετο, σπείρας ἄγων ὀκτώ. προπέμψας τε τοῖς Ἀσκλαίοις ἐκέλευεν, ὅταν αὑτὸν ἴδωσι πόρρωθεν ἐπιόντα, ἐκδραμεῖν ἐπὶ τοὺς περικαθημένους, ὡς τὸν ἀγῶνα τοῖς ἐχθροῖς ἑκατέρωθεν γενέσθαι· ἀλλὰ Ἀσκλαῖοι μὲν ἀπώκνησαν, ὁ δὲ Οὐιδακίλιος καὶ ὣς ἐς τὴν πόλιν διὰ μέσων τῶν πολεμίων ἐσδραμὼν μεθʼ ὅσων ἐδυνήθη, ὠνείδισε μὲν αὐτοῖς τὴν ἀτολμίαν καὶ δυσπείθειαν, οὐκ ἐλπίζων δʼ ἔτι τὴν πόλιν περιέσεσθαι, τοὺς μὲν ἐχθρούς, οἳ τέως αὐτῷ διεφέροντο καὶ τότε διὰ φθόνον τὸ πλῆθος ἐς ἃ παρήγγελλεν ἀπέτρεψαν, ἔκτεινε πάντας· ἐν δὲ ἱερῷ πυρὰν νήσας καὶ κλίνην ἐπιθεὶς ἐπὶ τῇ πυρᾷ, παρευωχήθη σὺν τοῖς φίλοις καὶ προϊόντος τοῦ πότου φάρμακόν τε προσηνέγκατο καὶ κατακλίνας αὑτὸν ἐπὶ τῆς πυρᾶς ἐκέλευσε τοῖς φίλοις ἅψαι τὸ πῦρ· καὶ Οὐιδακίλιος μὲν ὧδε φιλοτιμηθεὶς πρὸ τῆς πατρίδος ἀποθανεῖν κατελύθη, Σέξστος δὲ Καῖσαρ ἐξήκοντος αὐτῷ τοῦ χρόνου τῆς ἀρχῆς ἀνθύπατος ὑπὸ τῆς βουλῆς αἱρεθεὶς ἐπέδραμεν ἀνδράσι δισμυρίοις μεταστρατοπεδεύουσί ποι καὶ ἔκτεινεν αὐτῶν ἐς ὀκτακισχιλίους ὅπλα τε πολὺ πλειόνων ἔλαβε. χρονίου δʼ αὐτῷ τῆς περὶ τὸ Ἄσκλον οὔσης πολιορκίας, ἀποθνῄσκων ἐκ νόσου ἀντιστράτηγον ἀπέφηνε Γάιον Βαίβιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi