Kitap 2
17.119
οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν. καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.