Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

17.122 ἐπεὶ δὲ καὶ Δολοβέλλας, νέος ἀνὴρ καὶ περιώνυμος, ὑπατεύειν ὑπʼ αὐτοῦ Καίσαρος ἐς τὸ ἐπίλοιπον τοῦ ἔτους ᾑρημένος, ὅτε ὁ Καῖσαρ ἐξορμήσειε τῆς πόλεως, τὴν μὲν ὕπατον ἐσθῆτα ἠμφιέσατο καὶ τὰ σημεῖα τῆς ἀρχῆς περιεστήσατο, τὸν δὲ ταῦτά οἱ παρασχόντα δεύτερος ὅδε ἐλοιδόρει καὶ συνεγνωκέναι τοῖς ἐπʼ αὐτῷ βεβουλευμένοις ὑπεκρίνετο καὶ μόνης ἄκων τῆς χειρὸς ἀπολειφθῆναι ʽεἰσὶ δʼ οἳ καὶ λέγουσιν αὐτὸν εἰσηγήσασθαι τὴν ἡμέραν θέσθαι τῇ πόλει γενέθλιον̓, τότε δὴ καὶ οἱ μεμισθωμένοι ἀνεθάρρουν ὡς καὶ στρατηγοῦ καὶ ὑπάτου σφίσι συγγνωμόνων ὄντων καὶ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ ἱεροῦ κατεκάλουν. οἱ δὲ ἥδοντο μὲν τῷ Δολοβέλλᾳ καὶ ἐνόμιζον ἄνδρα νέον καὶ γνώριμον καὶ ὕπατον ἕξειν ἐς ἐναντίωσιν Ἀντωνίου, κατῄεσαν δὲ αὐτῶν μόνοι Κάσσιός τε καὶ Βροῦτος ὁ Μᾶρκος, ᾑμαγμένος τὴν χεῖρα· συγκατήνεγκαν γὰρ δὴ τὰς πληγὰς ἐπὶ τὸν Καίσαρα Κάσσιός τε καὶ Βροῦτος. ἐπεὶ δὲ παρῆλθον ἐς τὸ μέσον, οὐδὲν ταπεινὸν οὐδέτερος εἶπεν, ἀλλʼ ὡς ἐπὶ καλοῖς ὁμολογουμένοις ἀλλήλους ἐπῄνουν καὶ τὴν πόλιν ἐμακάριζον καὶ Δέκμῳ μάλιστα ἐμαρτύρουν, ὅτι τοὺς μονομάχους σφίσιν ἐν καιρῷ παράσχοι. τόν τε δῆμον ἐξώτρυνον ὅμοια τοῖς προγόνοις ἐργάσασθαι τοῖς καθελοῦσι τοὺς βασιλέας, οὐκ ἐκ βίας ἄρχοντας ὥσπερ ὁ Καῖσαρ, ἀλλʼ ᾑρημένους ὑπὸ νόμοις· Σέξστον τε Πομπήιον, τὸν Πομπηίου Μάγνου, τοῦ Καίσαρι περὶ τῆς δημοκρατίας πεπολεμηκότος, καλεῖν ἠξίουν, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν ἐν Ἰβηρίᾳ, καὶ τοὺς δημάρχους Καισήτιον καὶ Μάρυλλον, οἳ τὴν ἀρχὴν ὑπὸ τοῦ Καίσαρος ἀφαιρεθέντες ἠλῶντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi