Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

18.128 ὁ δὲ Ἀντώνιος ἐφορῶν αὐτοὺς καὶ ἐφεδρεύων, ἐπειδὴ λόγων ὕλην οὐκ ἄπορον οὐδὲ ἀναμφίλογον εἶδεν ἐσφερομένην, ἔγνω τὸ ἐνθύμημα αὐτῶν οἰκείῳ φόβῳ καὶ φροντίδι περὶ σφῶν αὐτῶν διαχέαι. εἰδὼς οὖν τῶν βουλευτῶν αὐτῶν πολὺ πλῆθος ἔς τε τὰς ἀρχὰς τὰς ἐν ἄστει καὶ ἐς ἱερωσύνας καὶ ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας ὑπὸ τοῦ Καίσαρος εἰς τὸ μέλλον ᾑρημένους ʽὡς γὰρ ἐπὶ χρόνιον στρατείαν ἐξιὼν ἐπὶ πενταετὲς ᾕρητὀ, σιωπὴν ὡς ὕπατος ἐπικηρύξας ἔφη· τοῖς αἰτοῦσι περὶ Καίσαρος ψῆφον ἀνάγκη τάδε προειδέναι, ὅτι ἄρχοντος μὲν αὐτοῦ καὶ αἱρετοῦ προστάτου γενομένου τὰ πεπραγμένα καὶ δεδογμένα πάντα κύρια μενεῖ, δόξαντος δʼ ἐπὶ βίᾳ τυραννῆσαι τό τε σῶμα ἄταφον τῆς πατρίδος ὑπερορίζεται καὶ τὰ πεπραγμένα πάντα ἀκυροῦται. ἔστι δέ, ὡς ὅρῳ περιλαβεῖν, ἐπὶ πᾶσαν ἀφικνούμενα γῆν καὶ θάλασσαν, καὶ τὰ πολλὰ αὐτῶν οὐδὲ βουλομένοις ἡμῖν ὑπακούσεται· καὶ δείξω μετʼ ὀλίγον. ὃ δέ ἐστι μόνον ἐφʼ ἡμῖν, ὅτι καὶ περὶ μόνων ἐστὶν ἡμῶν, τοῦτο ὑμῖν προθήσω πρὸ τῶν ἄλλων, ὡς ἂν ἐν τῷ εὐμαρεῖ τὴν εἰκόνα τῶν δυσχερεστέρων προλάβοιτε. ἡμεῖς γὰρ αὐτοὶ σχεδὸν ἅπαντες οἱ μὲν ἤρξαμεν ὑπὸ τῷ Καίσαρι, οἱ δὲ ἔτι ἄρχομεν αἱρετοὶ πρὸς ἐκείνου γενόμενοι, οἱ δὲ ἐς τὸ μέλλον ἄρχειν κεχειροτονήμεθα· ἐς γὰρ πενταετες, ὡς ἴστε, καὶ τὰ ἀστικὰ ἡμῖν καὶ τὰ ἐτήσια τὰς τῶν ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας διετάξατο. εἰ δὴ ταῦτα ὑμεῖς ἑκόντες ἀποθήσεσθε ʽἐστὲ γὰρ ὑμεῖς τοῦδε μάλιστα κύριοἰ, τόδε πρῶτον ὑμᾶς ἀξιῶ κρῖναι· καὶ τὰ λοιπὰ ἐποίσω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi