Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

18.130 ὧδε δὲ ἔτι ἐχόντων, ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος ἐκ τοῦ βουλευτηρίου προῆλθον· καὶ γάρ τινες αὐτοὺς ἐκ πολλοῦ συνδραμόντες ἐκάλουν ὡς δὲ ὤφθησαν ἐκ μετεώρου καὶ σιγὴ κεκραγότων μόλις ἐγίγνετο, εἷς μέν τις ἐβόησεν, εἴτε κατὰ γνώμην ἰδίαν εἴτε παρεσκευασμένος· φυλάσσεσθε παθεῖν ὅμοια. καὶ ὁ Ἀντώνιος αὐτῷ παραλύσας τι τοῦ χιτωνίσκου θώρακα ἐντὸς ἐπεδείκνυεν, ὑπερεθίζων ἄρα τοὺς ὁρῶντας ὡς οὐκ ἐνὸν σῴζεσθαι χωρὶς ὅπλων οὐδὲ ὑπάτοις. ἐπιβοώντων δʼ ἑτέρων τὸ πεπραγμένον ἐπεξιέναι καὶ τῶν πλεόνων περὶ τῆς εἰρήνης παρακαλούντων, τοῖς μὲν περὶ τῆς εἰρήνης ἔφη· περὶ τούτου σκοποῦμεν, ὡς ἔσται τε καὶ γενομένη διαμενεῖ· δυσεύρετον γὰρ ἤδη τὸ ἀσφαλὲς αὐτῆς, ὅτι μηδὲ Καίσαρα ὤνησαν ὅρκοι τοσοίδε καὶ ἀραί. ἐς δὲ τοὺς ἐπεξιέναι παρακαλοῦντας ἐπιστραφεὶς ἐπῄνει μὲν ὡς εὐορκότερα καὶ εὐσεβέστερα αἱρουμένους καί αὐτὸς ἄν, ἔφη, συνετασσόμην ὑμῖν καὶ τὰ αὐτὰ πρῶτος ἐβόων, εἰ μὴ ὕπατος ἦν, ᾧ τοῦ λεγομένου συμφέρειν μᾶλλον ἢ τοῦ δικαίου μέλει· ὧδε γὰρ ἡμῖν οἱ ἔνδον παραινοῦσιν. οὕτω δέ που καὶ Καῖσαρ αὐτός, οὓς εἷλε πολέμῳ τῶν πολιτῶν, διὰ τὸ συμφέρον τῆς πόλεως περισώσας ὑπʼ αὐτῶν ἀπέθανε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi