Kitap 2
18.131
τοιαῦτα τοῦ Ἀντωνίου παρὰ μέρος τεχνάζοντος οἱ ἀμύνειν τοῖς γεγονόσιν ἀξιοῦντες Λέπιδον ἠξίουν ἀμύνειν. Λεπίδου δέ τι μέλλοντος λέγειν, οἱ πόρρω συνεστῶτες κατελθεῖν αὐτὸν εἰς τὴν ἀγορὰν ἠξίουν, ἵνα ὁμαλῶς ἅπαντες ἐπακούσειαν. καὶ ὁ μὲν εὐθὺς ᾔει, νομίζων ἤδη τὸ πλῆθος τρέπεσθαι, καὶ ἐπὶ τὰ ἔμβολα παρελθὼν ἔστενε καὶ ἔκλαιεν ἐν περιόπτῳ μέχρι πολλοῦ, ἀνενεγκὼν δέ ποτε εἶπεν· ἐνταῦθα χθὲς μετὰ Καίσαρος ἱστάμην, ἔνθα νῦν ἀναγκάζομαι ζητεῖν περὶ Καίσαρος ἀνῃρημένου, τί βούλεσθε. ἀναβοησάντων δὲ πολλῶν· ἀμύνειν σε τῷ Καίσαρι, ἀντανεβόησαν οἱ μισθωτοί. τὴν εἰρήνην τῇ πόλει. ὁ δὲ τούτοις μὲν ἔφη· βουλόμεθα. ἀλλὰ ποίαν λέγετε εἰρήνην; ἢ ποίοις ὅρκοις ἀσφαλὴς ἔσται; τοὺς μὲν γὰρ πατρίους πάντας ὠμόσαμεν Καίσαρι καὶ κατεπατήσαμεν, οἱ τῶν ὀμωμοκότων ἄριστοι εἶναι λεγόμενοι. πρὸς δὲ τοὺς ἀμύνειν ἀξιοῦντας ἐπιστραφείς ὁ μὲν Καῖσαρ ἡμῶν, ἔφη, μεθέστηκεν, ἱερὸς τῷ ὄντι καὶ τίμιος ἀνήρ, τὴν δὲ πόλιν τοὺς ὑπολοίπους αἰδούμεθα βλάψαι. καὶ τάδε, ἔφη, σκοποῦσιν ἡμῶν οἱ πρόβουλοι, καὶ δοκεῖ τοῖς πλέοσιν. ἀνακραγόντων δὲ αὖθις· ἐπέξιθι μόνος, βούλομαι, εἶπε, καὶ εὔορκόν ἐστί μοι καὶ μόνῳ. ἀλλʼ οὐκ ἐμὲ καὶ ὑμᾶς βούλεσθαι δεῖ μόνους οὐδὲ μόνους ἀντιτιθέναι.
18.132
τοιαῦτα καὶ τοῦτον τεχνάζοντα οἱ μισθωτοὶ φιλότιμον εἰδότες ἐπῄνουν καὶ ᾑροῦντο ἐπὶ τὴν Καίσαρος ἱερωσύνην. τοῦ δὲ ἥψατο μὲν ἡ ἡδονή, μέμνησθε, δὲ ἔφη, μοι τοῦδε καὶ ὕστερον, ἂν ἄξιος εἶναι δοκῶ. μᾶλλον οὖν ἔτι παρρησίᾳ διὰ τὴν ἱερωσύνην ὑπὲρ τῆς εἰρήνης τῶν μισθωτῶν ἐνισταμένων, ἀσεβὲς μέν, ἔφη, καὶ παράνομον, ἐργάσομαι δὲ ὅμως, ὃ βούλεσθε. καὶ εἰπὼν ἐς τὸ βουλευτήριον ἀνέτρεχεν, ἐν ᾧ πάντα τὸν χρόνον τόνδε ὁ Δολοβέλλας ὑπὲρ τῆς ἀρχῆς ἐνίστατο ἀσχημόνως. καὶ ὁ Ἀντώνιος, ἀναμένων ἅμα τὰ ἐν τῷ δήμῳ γιγνόμενα, σὺν γέλωτι αὐτὸν ἐφεώρα· καὶ γὰρ ἤστην διαφόρω. ὡς δὲ ἅλις ἔσχε τῆς ὄψεως καὶ οὐδʼ ἐν τῷ δήμῳ τι γεγένητο θερμότερον, τοὺς μὲν οὖν ἄνδρας ἔγνω περισῴζειν ὑπὸ ἀνάγκης, ἐπικρύπτων τὴν ἀνάγκην καὶ ὡς ἐν βαρυτάτῃ χάριτι περισῴζων, τὰ δὲ τῷ Καίσαρι πεπραγμένα κυροῦν συμβόλῳ καὶ τὰ βεβουλευμένα συντελεῖν.