Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

20.145 ἔοικεν, ὦ πολῖται, τὰ γεγενημένα ἀνδρῶν μὲν οὐδενός, ἀλλά του δαιμόνων ἔργα εἶναι. καὶ χρὴ τὸ παρὸν σκοπεῖν μᾶλλον ἢ τὸ γεγενημένον, ὡς ἐν ἀκμῇ μεγάλων ἐστὶ κινδύνων ἡμῖν τὰ μέλλοντα ἢ τὰ ὄντα μὴ ἐς τὰς προτέρας στάσεις ὑπαχθῶμεν καὶ ἐκτριφθῇ πᾶν, ὅ τι λοιπόν ἐστιν εὐγενὲς τῇ πόλει. προπέμπωμεν οὖν τὸν ἱερὸν τόνδε ἐπὶ τοὺς εὐδαίμονας, τὸν νενομισμένον ὕμνον αὐτῷ καὶ θρῆνον ἐπᾴδοντες.
20.146 τοιάδε εἰπὼν τὴν ἐσθῆτα οἷά τις ἔνθους ἀνεσύρατο, καὶ περιζωσάμενος ἐς τὸ τῶν χειρῶν εὔκολον, τὸ λέχος ὡς ἐπὶ σκηνῆς περιέστη κατακύπτων τε ἐς αὐτὸ καὶ ἀνίσχων, πρῶτα μὲν ὡς θεὸν οὐράνιον ὕμνει καὶ ἐς πίστιν θεοῦ γενέσεως τὰς χεῖρας ἀνέτεινεν, ἐπιλέγων ὁμοῦ σὺν δρόμῳ φωνῆς πολέμους αὐτοῦ καὶ μάχας καὶ νίκας καὶ ἔθνη, ὅσα προσποιήσειε τῇ πατρίδι, καὶ λάφυρα, ὅσα πέμψειεν, ἐν θαύματι αὐτῶν ἕκαστα ποιούμενος καὶ συνεχῶς ἐπιβοῶν· μόνος ὅδε ἀήττητος ἐκ πάντων τῶν ἐς χεῖρας αὐτῷ συνελθόντων. σὺ δʼ, ἔφη, καὶ μόνος ἐκ τριακοσίων ἐτῶν ὑβρισμένῃ τῇ πατρίδι ἐπήμυνας, ἄγρια ἔθνη τὰ μόνα ἐς Ῥώμην ἐμβαλόντα καὶ μόνα ἐμπρήσαντα αὐτὴν ἐς γόνυ βαλών. πολλά τε ἄλλα ἐπιθειάσας τὴν φωνὴν ἐς τὸ θρηνῶδες ἐκ τοῦ λαμπροτέρου μετεποίει καὶ ὡς φίλον ἄδικα παθόντα ὠδύρετο καὶ ἔκλαιε καὶ ἠρᾶτο τὴν ἑαυτοῦ ψυχὴν ἐθέλειν ἀντιδοῦναι τῆς Καίσαρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi