Kitap 2
21.149
οὕτω μὲν δὴ Γάιος Καῖσαρ ἐτελεύτησεν ἐν ἡμέραις αἷς καλοῦσιν εἰδοῖς Μαρτίαις, Ἀνθεστηριῶνος μάλιστα μέσου, ἥν τινα ἡμέραν αὐτὸν ὁ μάντις οὐ περιοίσειν προύλεγεν· ὁ δʼ ἐπισκώπτων αὐτὸν ἔφη περὶ τὴν ἕω· πάρεισιν αἱ εἰδοί. καὶ ὁ μὲν οὐδὲν καταπλαγεὶς ἀπεκρίνατο· ἀλλὰ οὐ παρεληλύθασιν, ὁ δὲ καὶ τοιῶνδε προαγορεύσεων αὐτῷ σὺν τοσῷδε τοῦ μάντεως θάρσει γενομένων καὶ σημείων ὧν προεῖπον ἑτέρων ὑπεριδὼν προῆλθε καὶ ἐτελεύτησεν, ἔτος ἄγων ἕκτον ἐπὶ πεντήκοντα, ἀνὴρ ἐπιτυχέστατος ἐς πάντα καὶ δαιμόνιος καὶ μεγαλοπράγμων καὶ εἰκότως ἐξομοιούμενος Ἀλεξάνδρῳ. ἄμφω γὰρ ἐγενέσθην φιλοτιμοτάτω τε πάντων καὶ πολεμικωτάτω καὶ τὰ δόξαντα ἐπελθεῖν ταχυτάτω πρός τε κινδύνους παραβολωτάτω καὶ τοῦ σώματος ἀφειδεστάτω καὶ οὐ στρατηγίᾳ πεποιθότε μᾶλλον ἢ τόλμῃ καὶ τύχῃ. ὧν ὁ μὲν ἄνυδρόν τε πολλὴν ἐς Ἄμμωνος ὥδευεν ὥρᾳ καύματος, καὶ τὸν Παμφύλιον κόλπον τῆς θαλάσσης ἀνακοπείσης διέτρεχε δαιμονίως, καὶ τὸ πέλαγος αὐτῷ τοῦ δαίμονος κατέχοντος, ἔστε παρέλθοι, καὶ καθʼ ὁδὸν ὁδεύοντι ὕοντος. ἀπλώτου τε θαλάσσης ἐν Ἰνδοῖς ἀπεπείρασε, καὶ ἐπὶ κλίμακα πρῶτος ἀνέβη καὶ ἐς πολεμίων τεῖχος ἐσήλατο μόνος καὶ τρισκαίδεκα τραύματα ὑπέστη. καὶ ἀήττητος αἰεὶ γενόμενος ἑνὶ σχεδὸν ἢ δύο ἔργοις ἕκαστον πόλεμον ἐξήνυσε, τῆς μὲν Εὐρώπης πολλὰ βάρβαρα ἑλὼν καὶ τὴν Ἑλλάδα χειρωσάμενος, δυσαρκτότατον ἔθνος καὶ φιλελεύθερον καὶ οὐδενὶ πρὸ αὐτοῦ πλην Φιλίππῳ κατʼ εὐπρέπειαν ἐς ἡγεμονίαν πολέμου δόξασαν ὑπακούειν ἐπʼ ὀλίγον· τὴν δὲ Ἀσίαν σχεδὸν εἰπεῖν ὅλην ἐπέ δραμε. καὶ ὡς λόγῳ τὴν Ἀλεξάνδρου τύχην καὶ δύναμιν εἰπεῖν, ὅσην εἶδε γῆν, ἐκτήσατο καὶ περὶ τῆς λοιπῆς ἐνθυμούμενός τε καὶ διανοούμενος ἀπέθανε.